previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] ἐπὶ χλόης εὐθαλοῦς Κένταυρος αὕτη πεποίηται
ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται εἰς τοὐπίσω
οἱ πόδες, τὸ δὲ γυναικεῖον ὅσον αὐτῆς ἠρέμα ἐπεγήγερται
καὶ ἐπ᾽ ἀγκῶνός ἐστιν, οἱ δὲ πόδες οἱ ἔμπροσθεν
οὐκέτι καὶ οὗτοι ἀποτάδην, οἷον ἐπὶ πλευρὰν κειμένης,
ἀλλ᾽ μὲν ὀκλάζοντι ἔοικεν ὢν καμπύλος ὑπεσταλμένῃ
τῇ ὁπῇ, δὲ ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται,
οἷοί εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾶν.
τοῖν νεογνοῖν δὲ τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς ἀγκάλαις
καὶ τρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν γυναικεῖον μαστόν,
τὸ δ᾽ ἕτερον ἐκ τῆς ἵππου θηλάζει ἐς τὸν πωλικὸν τρόπον:
ἄνω δὲ τῆς εἰκόνος οἷον ἀπό τινος σκοπῆς Ἱπποκένταυρός
τις, ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφοτέρωθεν
τιθηνουμένης, ἐπικύπτει γελῶν οὐχ ὅλος φαινόμενος, [p. 397]
ἀλλ᾽ ἐς μέσον τὸν ἵππον, λέοντος σκύμνον ἀνέχων
τῇ δεξιᾷ καὶ ὑπὲρ ἑαυτὸν αἰωρῶν, ὡς δεδίξαιτο σὺν
παιδιᾷ τὰ βρέφη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: