next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔναγχος ἐγὼ μὲν ὑμῖν δείξας τὸν λόγον ἀπῄειν
οἴκαδε, προσιόντες δέ μοι τῶν ἀκηκοότων πολλοὶκωλύει
γὰρ οὐδέν, οἶμαι, καὶ τὰ τοιαῦτα πρὸς φίλους ἤδη
ὄντας ὑμᾶς λέγεινπροσιόντες οὖν ἐδεξιοῦντο καὶ θαυμάζουσιν
ἐῴκεσαν: ἐπὶ πολὺ γοῦν παρομαρτοῦντες ἄλλος
ἄλλοθεν ἐβόων καὶ ἐπῄνουν, ἄχρι τοῦ καὶ ἐρυθριᾶν
με, μὴ ἄρα πάμπολυ τῆς ἀξίας τῶν ἐπαίνων ἀπολειποίμην.
τὸ δ᾽ οὖν κεφάλαιον αὐτοῖς τοῦτο ἦν, καὶ πάντες
ἓν καὶ τὸ αὐτὸ ἐπεσημαίνοντο, τὴν γνώμην τῶν συγγραμμάτων [p. 395]
ξένην οὖσαν καὶ πολὺν ἐν αὐτῇ τὸν νεωτερισμόν.
μᾶλλον δὲ αὐτὰ εἰπεῖν ἄμεινον, ἅπερ ἐκεῖνοι
ἀπεφθέγγοντο: ‘ τῆς καινότητος. Ἡράκλεις, τῆς παραδοξολογίας.
εὐμήχανος ἄνθρωπος. οὐδὲν ἄν τις εἴποι
τῆς ἐπινοίας νεαρώτερον.’ οἱ μὲν τοιαῦτα πολλὰ ἔλεγον,
ὡς ἐκεκήληντο δηλαδὴ ὑπὸ τῆς ἀκροάσεως. τίνα γὰρ
ἂν αἰτίαν εἶχον ψεύδεσθαι καὶ κολακεύειν τὰ τοιαῦτα ξένον
ἄνθρωπον, οὐ πάνυ πολλῆς αὐτοῖς φροντίδος ἄξιον
τὰ ἄλλα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: