previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] ἐγὼ μὲν οὖν οὐδένα τοῦτο πεπονθότα εἶδον, μηδέ, θεοί, ἴδοιμι οὕτω κολαζόμενον ἄνθρωπον, ἀλλ᾽ οὐδὲ ἐπέβην τῆς Λιβύης τὸ παράπαν εὖ ποιῶν: ἐπίγραμμα δέ τι ἤκουσα, μοι τῶν ἑταίρων τις ἔλεγεν αὐτος ἐπὶ στήλης ἀνεγνωκέναι ἀνδρὸς οὕτως ἀποθανόντος: ἐκ Λιβυης ἔφη ἀπιὼν ἐς Αἴγυπτον παρὰ τὴν μεγάλην Σύρτιν ποιεῖσθαι τὴν πορείαν: οὐ γὰρ εἶναι ἄλλως: ἔνθα δὴ ταφῳ ἐντυχεῖν παρὰ τὴν ἠϊόνα ἐπ᾽ αὐτῷ τῷ κλύσματι [p. 208] καὶ στήλην ἐφεστάναι δηλοῦσαν τοῦ ὀλέθρου τὸν τρόπον: κεκολάφθαι γὰρ ἐπ᾽ αὐτῇ ἄνθρωπον μὲν τινα οἷον τὸν Τάνταλον γράφουσιν ἐν λίμνῃ ἑστῶτα καὶ ἀρυομενον τοῦ ὕδατος, ὡς πίοι δή, τὸ θηρίον δὲ τὴν διψάδα ἐμπεφυκὸς αὐτῷ περιεσπειρᾶσθαι τῷ ποδί, καί τινας γυναῖκας ὑδροφορούσας ἅμα πολλὰς καταχεῖν τὸ ὕδωρ αὐτοῦ πλησίον δὲ ᾠὰ κεῖσθαι οἷα τῶν στρουθῶν ἐκείνων, οὓς ἔφην θηρᾶν τοὺς Γαράμαντας: γεγράφθαι δὲ πρὸς τοὐπίγραμμα, οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν,
τοῖα παθόντ᾽, οἶμαι, καὶ Τάνταλον αἴθοπος ἰοῦ
μηδαμὰ κοιμῆσαι διψαλέην ὀδύνην.
καὶ Δαναοῖο κόρας τοῖον πίθον οὐκ ἀναπλῆσαι
αἰὲν ἐπαντλούσας ὑδροφόρῳ καμάτῳ.
ἔτι καὶ ἄλλα ἔπη τέτταρά ἐστι περὶ τῶν ᾠῶν, καὶ ὡς ἀναιρούμενος αὐτὰ ἐδήχθη: ἀλλ᾽ οὐκέτι μέμνημαι ἐκείνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: