previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ ποῦ τὸ τῆς τέχνης καὶ τὸ τῆς συμβουλῆς χρήσιμον; οὐκ ἐς ποίησιν τῶν προσόντων, ἀλλ᾽ ἐς χρῆσιν αὐτῶν τὴν προσήκουσαν: οἷόν τι ἀμέλει καὶ Ἴκκος καὶ Ἡρόδικος καὶ Θέων καὶ εἴ τις ἄλλος γυμναστής, οὐχ ὑπόσχοιντο [47] ἄν σοί που τὸν Περδίκκαν παραλαβόντεςεἰ δὴ οὗτός ἐστιν τῆς μητρυιᾶς ἐρασθεὶς καὶ διὰ ταῦτα κατεσκληκώς, ἀλλὰ μὴ Ἀντίοχος τοῦ Σελεύκου Στρατονίκης ἐκείνηςἀποφαίνειν Ὀλυμπιονίκην καὶ Θεαγένει [48] τῷ Θασίῳ Πολυδάμαντι τῷ Σκοτουσσαίῳ ἀντίπαλον, ἀλλὰ τὴν δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ τῆς τέχνης. ὥστε ἀπέστω καὶ ἡμῶν τὸ ἐπίφθονον τοῦτο τῆς ὑποσχέσεως, εἰ τέχνην φαμὲν ἐφ᾽ οὕτω μεγάλῳ καὶ χαλεπῷ τῷ πράγματι εὑρηκέναι: οὐ γὰρ ὁντινοῦν παραλαβόντες ἀποφαίνειν συγγραφέα φαμέν, ἀλλὰ τῷ φύσει συνετῷ καὶ ἄριστα πρὸς λόγους ἠσκημένῳ ὑποδείξειν [p. 21] ὁδους τινας ὀρθάς, εἰ δὴ τοιαῦται φαίνονται, αἷς χρώμενος θᾶττον ἂν καὶ εὐμαρέστερον τελέσειεν ἄχρι πρὸς τὸν σκοπόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: