Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φημὶ τοίνυν τὸν ἄριστα
[45]
ἱστορίαν συγγράφοντα δύο μὲν ταῦτα κορυφαιότατα
οἴκοθεν ἔχοντα ἥκειν, σύνεσίν τε πολιτικὴν καὶ δύναμιν
ἑρμηνευτικήν, τὴν μὲν ἀδίδακτόν τι τῆς φύσεως δῶρον,
ἡ δύναμις δὲ πολλῇ τῇ ἀσκήσει καὶ συνεχεῖ τῷ πόνῳ καὶ
ζήλῳ τῶν ἀρχαίων προσγεγενημένη ἔστω. ταῦτα μὲν οὖν
ἄτεχνα καὶ οὐδὲν ἐμοῦ συμβούλου δεόμενα: οὐ γὰρ συνετοὺς
καὶ ὀξεῖς ἀποφαίνειν τοὺς μὴ παρὰ τῆς φύσεως τοιούτους
φησὶ τοῦτο ἡμῖν τὸ βιβλίον: ἐπεὶ πολλοῦ ἄν,
μᾶλλον δὲ τοῦ παντὸς ἦν ἄξιον, εἰ μεταπλάσαι καὶ μετακοσμῆσαι
τὰ τηλικαῦτα ἠδύνατο ἢ ἐκ μολύβδου χρυσὸν
ἀποφῆναι ἢ ἄργυρον ἐκ κασσιτέρου ἢ ἀπὸ Κόνωνος Τίτορμον
ἢ ἀπὸ Λεωτροφίδου Μίλωνα ἐξεργάσασθαι.
[46]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.