previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31] τοιαῦτά σοι, πάτερ, καὶ γυνὴ πέπονθεν καὶ ἴσως τι λελύπηκεν αὐτὴν ἔναγχος: οὐδὲν ^ γὰρ ἐκείνη ἐμίσει. πλὴν ἔχεταί γε καὶ οὐκ ἂν ἐκ τῶν παρόντων ὑπ᾽ ἰατροῦ θεραπευθῆναι δύναιτο: ὡς εἴ γε ἄλλος τις ὑπόσχοιτο, εἴ τις ἀπαλλάξειε, μίσει τότε ὡς ἀδικοῦντα ἐμέ. καὶ μὴν κἀκεῖνο, [p. 522] πάτερ, οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν, ὅτι εἰ καὶ μὴ τελέως οὕτως ἀπέγνωστο, ἀλλά τις ἔτι σωτηρίας ἐλπὶς ὑπεφαίνετο, οὐκ ἂν οὐδὲ οὕτω ῥᾳδίως προσηψάμην οὐδ᾽ αὖ προχείρως φάρμακον ἐγχέαι ἐτόλμησα, δεδιὼς τὴν τύχην καὶ τὴν παρὰ τῶν πολλῶν δυσφημίαν. ὁρᾷς ὡς οἴονται πάντες εἶναί τι, μῖσος πρὸς τοὺς προγόνους πάσαις μητρυιαῖς, κἂν ὦσι: χρησταί, καί τινα κοινὴν μανίαν ταύτην -: γυναικείαν αὐτὰς μεμηνέναι,. τάχ᾽ ἂν οὖν ^ τις ὑπώπτευσεν, ἄλλως χωρήσαντος τοῦ κακοῦ καὶ τῶν φαρμάκων οὐ δυνηθέντων, κακοήθη καὶ δολερὰν τὴν θεραπείαν γεγονέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: