previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] ταῦτα μὲν οὖν εἶχον ἂν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἅπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέψασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα: ‘ἐπεὶ γὰρ ἐμὲ ἰάσω,’ φησίν, ‘μεμηνότα, μέμηνεν δὲ καὶ γυνὴ καὶ ὅμοια πάσχει —’ τοῦτο γὰρ οἴεται — ‘καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε ἤδη τῆς νόσου.’ τοῦτο δέ, οὑτωσὶ μὲν ἁπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἂν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς: εἰ δέ μου ἀκούσαιτε ^ ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτ᾽ ἂν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθ᾽ αἱ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτ᾽ ἴασις αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότ᾽ ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει. ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: