previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] ἔτι πολλὰ εἰπεῖν ἔχων ὅμως παύσομαι. σκέψασθε δὲ ἤδη ὅντινα ὄντα καὶ ἀποκηρύττειν καὶ οὐ δή [p. 496] που τοῦτό φημι, ὡς τότε μὲν ἰδιώτην, νῦν δὲ ἰατρόν οὐδὲν γὰρ ἂν πρός τοῦτο τέχνη συναγωνίσαιτο: οὐδ᾽ ὅτι τότε μὲν νέον, νῦν δὲ ἤδη καὶ προβεβηκότα καὶ τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ τῆς ἡλικίας ἔχοντα: μικρὸν γάρ ἴσως καὶ τοῦτο. ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλ᾽ οὐδὲ εὖ πεπονθὼς παρῃτεῖτο τῆς οἰκίας, νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον. οὗ τί γένοιτ᾽ ἂν ἀχαριστότερον, σωθέντα δι᾽ ἐμὲ καὶ τηλικοῦτον κίνδυνον διαπεφευγότα τοῖς τοιούτοις εὐθὺς ἀμείβεσθαι, τῆς θεραπείας ἐκείνης οὐδένα, λόγον ἔχοντα, ἀλλ᾽ οὕτω ῥᾳδίως ἐπιλελῆσθαι καὶ ἐπὶ τὴν ἐρημίαν ἐλαύνειν τὸν ἐφησθέντ᾽ ἂν δικαίως ἐφ᾽ οἷς ἀδίκως ἐξεβέβλητο, μὴ μόνον δ᾽ οὐ ^ μνησικακήσαντα, ἀλλὰ καὶ σώσαντα καὶ σωφρονεῖν παρασκευάσαντα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: