Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἐγὼ μὲν οὐδ᾽ εἰ μὴ φύσει παῖς ἦν, θέμενος
δὲ ἀποκηρύττειν ἤθελες, ἐξεῖναι ἄν σοι ᾠόμην:
ὃ γὰρ τὴν ἀρχὴν μὴ ποιεῖν δυνατὸν ἦν, τοῦτ᾽ ἄδικον λύειν ἅπαξ γενόμενον. τὸν δὲ καὶ φύσει
καὶ αὖθις προαιρέσει καὶ γνώμῃ ἐσπεποιημένον, πῶς εὔλογον αὖθις ἀπωθεῖσθαι καὶ πολλάκις τῆς μιᾶς οἰκειότητος ἀποστερεῖν ; εἰ δ᾽ οἰκέτης ὢν ἐτύγχανον, καὶ τὸ μὲν πρῶτον πονηρὸν οἰόμενος ἐπέδησας, μεταπεισθεὶς δ᾽ ὡς οὐδὲν ἠδίκουν ἐλεύθερον ἀφῆκας εἶναι, ἆρ᾽ ἄν σοι πρὸς καιρὸν ὀργισθέντι αὖθις ἐξῆν ἐς τὴν ὁμοίαν δουλείαν ἐπανάγειν ; οὐδαμῶς. τὰ γὰρ τοιαῦτα βέβαια καὶ διὰ παντὸς κύρια ὑπάρχειν οἱ νόμοι ἀξιοῦσιν.
ὑπὲρ μὲν οὖν τοῦ μηκέτι ἐξεῖναι τούτῳ ἀποκηρύττειν ὃν ἅπαξ ἀποκηρύξας ἑκὼν ἀνέλαβεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.