Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
τοιούτοις δὴ καὶ τοσούτοις ὀνόμασι πλουτῶν αἰσχύνῃ τὴν ἀποφράδα ; πρὸς θεῶν εἰπέ μοι,
τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν ; ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἴει τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν ; ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων ; τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος
[p. 408]
περιβόητος εἶ. πρῴην γοῦν ἐπειδή τινα γάμον
ἐν Κυζίκῳ μνᾶσθαι ἐτόλμησας, εὖ μάλα ἐκπεπυσμένη πάντα ἡ βελτίστη ἐκείνη γυνή, ‘οὐκ ἂν προσείμην,’ ἔφη, ‘ ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.