This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ἐν τούτῳ τρίτος ἄλλος παρεστώς — τὸ δὲ
ὄνομα ἐν ἀφανεῖ κείσθω — ‘ καὶ μήν’ ἔφη, ‘ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ
[p. 342]
τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς
εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται:
εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων. ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον
ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως: νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.