previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] κἀπειδὴ καιρὸς ἦν, ἐπ᾽ ἀγκῶνος ἐδειπνοῦμεν ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται. τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν. παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕεια καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται:^ τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος: καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν. ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ: οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: