This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[3]
μετὰ κάματον ἀπολούμενος. ἀποθρέξομαι οὖν καὶ
αὐτὸς ὡς ^ τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ
λεκιθοπώλιδι ἢ παρὰ τῷ γρυμαιοπώλῃ] με περιμένειν καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τά γέλγη ^ ἀπαντᾶν. ἀλλ᾽ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε,
ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας ^ καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας.
εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ
πολὺ τῆς ὁδοῦ.’
‘ἐγὼ δέ,’ ἦ δ᾽ ὅς, ‘ σίλλος,
ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν. σὺ δὲ ποῦ χθὲς ἐδείπνεις ; μῶν παρὰ Ὀνομακρίτῳ ;’
‘ οὔ,
μὰ Δί᾽.’ ἦν δ᾽ ἐγώ, ‘ ἀλλ᾽ ἀγρόνδε ᾠχόμην ψύττα κατατείνας: οἶσθα δ᾽ ὡς φίλαγρός εἰμι. ὑμεῖς δὲ
ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους. ἀλλ᾽ εἰσιὼν
ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.