Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
αὐτὸν μέντοι φασὶν ἀνανήψαντα οὕτως μετανοῆσαι
ἐφ᾽ οἷς ἐποίησεν ὥστε καὶ νοσῆσαι ὑπὸ λύπης,
ὡς ἀληθῶς ἐπὶ μανίᾳ κατεγνωσμένον. καὶ ἐδήλωσὲ
γε τοῦτο σαφῶς αὐτός αἰτούντων γάρ αὖθις τῶν στασιωτῶν ^ αὐτοῦ τὸν Αἴαντα ὀρχήσασθαι
αὐτοῖς, παραιτησάμενος, ‘ τὸν ὑποκριτήν,’ ἔφη ^ πρὸς τὸ θέατρον, ‘ἱκανόν ἐστιν ἅπαξ μανῆναι.’ μάλιστα δὲ αὐτὸν ἠνίασεν ὁ ἀνταγωνιστὴς καὶ ἀντίτεχνος: τοῦ γὰρ ὁμοίου Αἴαντος αὐτῷ
γραφέντος οὕτω κοσμίως καὶ σωφρόνως τὴν μανίαν
[p. 288]
ὑπεκρίνατο ὡς ἐπαινεθῆναι, μείνας ἐντὸς τῶν τῆς ὀρχήσεως ὅρων καὶ μὴ παροινήσας εἰς τὴν ὑπόκρισιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.