previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[80] ἐπεὶ δὲ τὰς ἀρετὰς ἔφην τὰς ὀρχηστικάς, ἄκουε καὶ τὰς κακίας αὐτῶν. τὰς μὲν οὖν ἐν σώματι ἤδη ἔδειξα, τὰς δὲ τῆς διανοίας οὕτως ἐπιτηρεῖν, οἶμαι, δύναιο ἄν. πολλοὶ γὰρ αὐτῶν ὑπ᾽ ἀμαθίαςἀμήχανον γὰρ ἅπαντας εἶναι σοφοὺςκαὶ σολοικίας δεινὰς ἐν τῇ ὀρχήσει ἐπιδείκνυνται, οἱ μὲν ἄλογα κινούμενοι καὶ μηδέν, ὥς φασι, πρὸς τὴν χορδήν, ἕτερα μὲν γὰρ πούς, ἕτερα δ᾽ ῥυθμὸς λέγει: οἱ δὲ εὔρυθμα μέν, τὰ πράγματα δὲ μετάχρονα πρόχρονα, οἷον ἐγώ ποτε ἰδὼν μέμνημαι. τὰς γὰρ Διὸς γονὰς ὀρχούμενός τις καὶ τὴν τοῦ Κρόνου τεκνοφαγίαν παρωρχεῖτο [p. 282] τὰς Θυέστου συμφοράς, τῷ ὁμοίῳ παρηγμένος. καὶ ἄλλος τὴν Σεμέλην ὑποκρινόμενος βαλλομένην τῷ κεραυνῷ τὴν Γλαύκην αὐτῇ εἴκαζε μεταγενεστέραν οὖσαν. ἀλλ᾽ οὐκ ἀπό γε τῶν τοιούτων ὀρχηστῶν ὀρχήσεως αὐτῆς, οἶμαι, καταγνωστέον οὐδὲ τὸ ἔργον αὐτὸ μισητέον, ἀλλὰ τοὺς μέν, ὥσπερ εἰσίν, ἀμαθεῖς νομιστέον, ἐπαινετέον δὲ τοὺς ἐννόμως καὶ κατὰ ῥυθμὸν τῆς τέχνης ἱκανῶς ἕκαστα δρῶντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: