Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
εἰ δ᾽ ἔστιν ἀληθῆ ἃ περὶ ψυχῆς ὁ Πλάτων λέγει,
τὰ τρία μέρη αὐτῆς καλῶς ὁ ὀρχηστὴς δείκνυσιν,
τὸ θυμικὸν ὅταν ὀργιζόμενον ἐπιδείκνυται, τὸ
ἐπιθυμητικὸν ὅταν ἐρῶντας ὑποκρίνηται, τὸ λογιστικὸν ὅταν ἕκαστα τῶν παθῶν χαλιναγωγῇ: τοῦτο μέν γε ἐν ἅπαντι μέρει τῆς ὀρχήσεως καθάπερ ἡ ἁφὴ ἐν ταῖς αἰσθήσεσιν παρέσπαρται.^ κάλλους δὲ προνοῶν καὶ τῆς ἐν τοῖς αἰσθήσεσιν
εὐμορφίας, τί ἄλλο ἢ τὸ τοῦ Ἀριστοτέλους
ἐπαληθεύει, τὸ κάλλος ἐπαινοῦντος καὶ μέρος τρίτον ἡγουμένου τἀγαθοῦ καὶ τοῦτο εἶναι ;
ἤκουσα δέ τινος καὶ περιττότερόν τι νεανιευομένου
[p. 274] ὑπὲρ τῆς τῶν ὀρχηστικῶν προσωπείων σιωπῆς, ὅτι καὶ αὕτη Πυθαγορικόν τι δόγμα αἰνίττεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.