Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
καὶ τὰ ἐν Νεμέᾳ δέ, ἡ Ὑψιπύλη καὶ Ἀρχέμορος,
ἀναγκαιότατα τῷ ὀρχηστῇ μνημονεύματα. καὶ
πρὸ αὐτῶν εἴσεται τὴν Δανάης παρθένευσιν καὶ
Περσέως γένεσιν καὶ τὸν ἐπὶ τὰς Γοργόνας ἆθλον
αὐτῷ προῃρημένον, ᾧ οἰκεία καὶ ἡ Αἰθιοπικὴ διήγησις, Κασσιέπεια καὶ Ἀνδρομέδα καὶ Κηφεύς,
οὓς καὶ ἄστροις ἐγκατέλεξεν ἡ τῶν μετὰ ταῦτα πίστις. κἀκεῖνα δὲ τὰ ἀρχαῖα τὰ Αἰγύπτου καὶ
Δαναοῦ εἴσεται καὶ τὴν ἐπιθαλάμιον ἐπιβουλήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.