previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] παπαῖ, Κράτων, ὡς κάρχαρόν τινα ἔλυσας ἐφ᾽ ἡμᾶς τὸν σαυτοῦ κύνα. πλὴν τό γε παράδειγμα,, τὴν τῶν Λωτοφάγων καὶ Σειρήνων εἰκόνα, πάνυ ἀνομοιοτάτην μοι δοκεῖς εἰρηκέναι ὧν πέπονθα, παρ᾽ ὅσον τοῖς μὲν τοῦ λωτοῦ γευσαμένοις καὶ τῶν Σειρήνων ἀκούσασιν ὄλεθρος ἦν τῆς τε ἐδωδῆς καὶ τῆς ἀκροάσεως τοὐπιτίμιον, ἐμοὶ δὲ πρὸς τῷ τὴν ἡδονὴν παρὰ πολὺ ἡδίω πεφυκέναι ^ καὶ τό τέλος ἀγαθὸν ἀποβέβηκεν οὐ γὰρ εἰς λήθην τῶν οἴκοι οὐδ᾽ εἰς ἀγνωσίαν τῶν κατ᾽ ἐμαυτὸν περιίσταμαι, ἀλλ᾽ εἰ χρὴ μηδὲν ὀκνήσαντα εἰπεῖν, μακρῷ πινυτώτερος καὶ τῶν ἐν τῷ βίῳ διορατικώτερος ἐκ τοῦ θεάτρου σοι ἐπανελήλυθα. μᾶλλον δέ, τὸ τοῦ Ὁμήρου αὐτὸ εἰπεῖν καλόν, ὅτι τοῦτο ἰδὼν τὸ θέαματερψάμενος νεῖται καὶ πλείονα εἰδώς.’

Κράτων
Ἡράκλεις, Λυκῖνε, οἷα πέπονθας, ὃς οὐδ᾽ αἰσχύνῃ ἐπ᾽ αὐτοῖς, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικας. τὸ γοῦν δεινότατον τοῦτό ἐστιν, ὅτι μηδὲ ἰάσεώς τινα ἡμῖν ὑποφαίνεις ἐλπίδα, ἐπαινεῖν τολμῶν τὰ οὕτως αἰσχρὰ καὶ κατάπτυστα. [p. 216]

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: