previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] ὑβρίζεις εἰς τὴν ὀρχηστικὴν Σωκράτης δέ, σοφώτατος ἀνήρ, εἴ γε πιστευτέον τοῦτο περὶ αὐτοῦ λέγοντι τῷ Πυθίῳ, οὐ μόνον ἐπῄνει τὴν ὀρχηστικὴν ἀλλὰ καὶ ἐκμαθεῖν αὐτὴν ἠξίου, μέγιστον νέμων ^ εὐρυθμίᾳ καὶ εὐμουσίᾳ καὶ κινήσει ἐμμελεῖ καὶ εὐσχημοσύνῃ τοῦ κινουμένου: καὶ οὐκ ᾐδεῖτο γέρων ἀνὴρ ἕν τῶν σπουδαιοτάτων μαθημάτων καὶ τοῦτο ἡγούμενος εἶναι. καὶ ἔμελλέν γε ἐκεῖνος περὶ ὀρχηστικὴν οὐ μετρίως σπουδάσεσθαι, ὅς γε καὶ τὰ μικρὰ οὐκ ὤκνει μανθάνειν, ἀλλὰ καὶ εἰς τὰ διδασκαλεῖα τῶν αὐλητρίδων ἐφοίτα καὶ παρ᾽ ἑταίρας γυναικὸς οὐκ ἀπηξίου [p. 238] σπουδαῖόν τι ἀκούειν, τῆς Ἀσπασίας. καίτοι ἐκεῖνος ἄρτι ἀρχομένην ἑώρα τότε τὴν τέχνην καὶ οὐδέπω εἰς τοσοῦτον κάλλος διηρθρωμένην. εἰ δὲ τοὺς νῦν ἐπὶ μέγιστον αὐτὴν προαγαγόντας ἐθεᾶτο, εὖ οἶδα, πάντων ἂν ἐκεῖνός γε ἀφέμενος μόνῳ τῷ θεάματι τούτῳ τὸν νοῦν ἂν προσεῖχεν καὶ τοὺς παῖδας οὐκ ἂν ἄλλο τι πρὸ αὐτοῦ ἐδιδάξατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: