Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
σεμνοτάτην τε ἅμα καὶ ἱερωτάτην. Βιθυνὸς δὲ μῦθος, καὶ οὗτος οὐ πάνυ τῶν Ἰταλιωτικῶν
ἀλλότριος, φησὶν τὸν Πρίαπον δαίμονα πολεμιστήν,
τῶν Τιτάνων οἶμαι ἕνα ἢ τῶν Ἰδαίων Δακτύλων
τοῦτο ἔργον πεποιημένον, τὰ ἐνόπλια παιδεύειν, παραλαβόντα παρὰ τῆς Ἥρας τὸν Ἄρη, παῖδα μὲν ἔτι, σκληρὸν δὲ καὶ πέρα τοῦ μετρίου ἀνδρικόν,
μὴ πρότερον ὁπλομαχεῖν διδάξαι πρὶν τέλειον
ὀρχηστὴν ἀπειργάσατο. καὶ ἐπὶ τούτῳ καὶ μισθὸς αὐτῷ παρὰ τῆς Ἥρας ἐγένετο, δεκάτην
[p. 234] ἀεὶ τῶν ἐκ πολέμου περιγιγνομένων τῷ Ἄρει
παρ᾽ αὐτοῦ λαμβάνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.