previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] σόν, Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο.

Ἑρμῆς
οὕτω μοι δοκεῖ, ταύτην μέν, ἵνα μηδὲν τέρας μηδὲ πολυκέφαλον τέκῃ, οἴχεσθαι παρὰ τὸν ἄνδρα ὀπίσω ἐς τὴν Ἑλλάδα, τὼ δύο δὲ τούτω δραπετίσκω παραδοθέντε τοῖν δεσπόταιν μανθάνειν πρὸ τοῦ, τὸν μὲν ἀποπλύνειν τὰς ῥυπώσας τῶν ὀθονῶν, τὸν Ληκυθίωνα, τὸν Μυρόπνουν δὲ αὖθις ἀκεῖσθαι τῶν ἱματίων τὰ διερρωγότα, μαλάχῃ γε πρότερον μαστιγωθέντε.^ ἔπειτα καὶ [p. 98] τοῦτον παραδοθῆναι τοῖς πιττωταῖς, ὡς ἀπόλοιτο παρατιλλόμενος τὰ πρῶτα, ῥυπώσῃ προσέτι καὶ γυναικείᾳ τῇ πίττῃ, εἶτα ἐς τὸν Αἷμον ἀναχθέντα γυμνὸν ἐπὶ τῆς χιόνος μένειν συμπεποδισμένον τὼ πόδε.

Κάνθαρος
φεῦ τῶν κακῶν, ὀτοτοῖ, παππαπαιάξ.

Δεσπότης α
τί τοῦτο παρεντίθης τῶν τραγικῶν σου ^ διαλόγων; ἀλλ᾽ ἀκολούθει παρὰ τοὺς πιττωτὰς ἤδη, ἀποδυσάμενός γε πρότερον τὴν λεοντῆν, ὡς γνωσθῇς ὄνος ὤν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: