Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν
ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη πεδίον δ᾽ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας
[p. 82] λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ
ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. καὶ ἡ πόλις γάρ ἤδη φαίνεται.
Ἑρμῆς
νὴ Δί᾽, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη ἁπασῶν πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος. καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς. Ἡρακλῆς
Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ. Ἑρμῆς

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.