Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
καὶ γὰρ αὖ κἀκεῖνο ἑώρων, οἶμαι, ὡς ἐξ ἴσου καταστήσονται τοῖς ὀρθῶς φιλοσοφοῦσιν, οὐδέ τις ὁ δικάσων καὶ διακρινῶν τὰ τοιαῦτα ἔσται,
ἢν μόνον τὰ ἔξω ᾖ ὅμοια. ἀρχὴν γὰρ οὐδὲ τὸν
[p. 72] ἔλεγχον δέχονται, ἢν ἔρηταί τις οὑτωσὶ κοσμίως καὶ κατὰ βραχύ, ἀλλ᾽ εὐθὺς βοῶσιν καὶ ἐπὶ τὴν ἀκρόπολιν τὴν ἑαυτῶν ἀναφεύγουσι, τὴν λοιδορίαν,
καὶ πρόχειρον τὸ ξύλον. καὶ ἢν μὲν τὰ ἔργα ζητῇς, οἱ λόγοι πολλοί, ἢν δὲ ἀπὸ τῶν λόγων κρίνειν
ἐθέλῃς, τὸν βίον ἀξιοῦσι σκοπεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.