Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὡς δὲ ταῦτα εἶπεν ὁ Θεαγένης — τοῦτο γὰρ
ὁ κεκραγὼς ἐκεῖνος ἐκαλεῖτο — ἠρόμην τινὰ τῶν
παρεστώτων, ‘τί βούλεται τὸ περὶ τοῦ πυρός, ἢ τί Ἡρακλῆς καὶ Ἐμπεδοκλῆς πρὸς τὸν Πρωτέα.’ ὁ δέ, ‘ οὐκ εἰς μακράν,’ ἔφη, ‘ καύσει ἑαυτὸν
ὁ Πρωτεὺς Ὀλυμπίασιν.’
‘ πῶς,’ ἔφην, ‘ἢ τίνος ἕνεκα; ’ εἶτα ὁ μὲν ἐπειρᾶτο λέγειν, ἐβόα
δὲ ὁ Κυνικός, ὥστε ἀμήχανον ἦν ἄλλου ἀκούειν. ἐπήκουον οὖν τὰ λοιπὰ ἐπαντλοῦντος αὐτοῦ καὶ
[p. 8]
θαυμαστάς τινας ὑπερβολὰς διεξιόντος κατὰ τοῦ Πρωτέως: τὸν μὲν γὰρ Σινωπέα ἢ τὸν διδάσκαλον αὐτοῦ Ἀντισθένη οὐδὲ παραβάλλειν ἠξίου αὐτῷ,
ἀλλ᾽ οὐδὲ τὸν Σωκράτη αὐτόν, ἐκάλει δὲ τὸν Δία ἐπὶ τὴν ἅμιλλαν. εἶτα μέντοι ἔδοξεν αὐτῷ ἴσους πως φυλάξαι αὐτούς, καὶ οὕτω κατέπαυε τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.