Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
ταῦτα μὲν ὁ Ἀλέξανδρος. ἐγὼ δὲ οὐδ᾽ αὐτὸς
πρὸ πολλῶν ἡμερῶν εἶδον αὐτὸν ἐγκεχρισμένον,
ὡς ἀποδακρύσειε τῷ δριμεῖ φαρμάκῳ. ὁρᾷς;
οὐ πάνυ τοὺς ἀμβλυωποῦντας ὁ Αἰακὸς
παραδέχεται. ὅμοιον ὡς εἴ τις ἐπὶ σταυρὸν ἀναβήσεσθαι μέλλων τὸ ἐν τῷ δακτύλῳ πρόσπταισμα
θεραπεύοι. τί σοι δοκεῖ ὁ Δημόκριτος, εἰ ταῦτα εἶδε; κατ᾽ ἀξίαν γελάσαι ἂν ἐπὶ τῷ ἀνδρί; καίτοι πόθεν εἶχεν ἐκεῖνος τοσοῦτον γέλωτα; σὺ δ᾽
οὖν, ὦ φιλότης, γέλα καὶ αὐτός, καὶ μάλιστα
ὁπόταν τῶν ἄλλων ἀκούῃς θαυμαζόντων αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.