Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[30]
ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν, ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ
[p. 34]
τούτων ἐρῶ: φησὶν δὲ ὁ Βάκις οὕτω, σφόδρα
εὖ ἐπειπών, Ἀλλ᾽ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν πηδήσῃ δόξης ὑπ᾽ ἐρινύι θυμὸν ὀρινθείς,
δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἳ οἱ ἕπονται, μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο. ^
ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο, λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς,
ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων,
ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα.
τί ὑμῖν δοκεῖ, ἄνδρες; ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι; ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.