Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[29]
Θεαγένης δὲ ἔναγχος, ὣς μοί τις τῶν ἑταίρων
ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ
τούτων: καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν: ἀλλ᾽ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχ᾽ ἄριστος
ἁπάντων Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας
ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον,
δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον
σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.