Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[20]
γενναῖος εὕρετο μὴ ἀποθανεῖν, ἐς δὲ τὴν ἑξῆς
Ὀλυμπιάδα λόγον τινὰ διὰ τεττάρων ἐτῶν συνθεὶς τῶν διὰ μέσου ἐξήνεγκε πρὸς τοὺς Ἕλληνας, ἔπαινον ὑπὲρ τοῦ τὸ ὕδωρ ἐπαγαγόντος καὶ ἀπολογίαν ὑπὲρ τῆς τότε φυγῆς. ἤδη δὲ ἀμελούμενος ὑφ᾽ ἁπάντων καὶ μηκέθ᾽
ὁμοίως περίβλεπτος ὤν — ἕωλα γὰρ ἦν ἅπαντα καὶ
οὐδὲν ἔτι καινουργεῖν ἐδύνατο ἐφ᾽ ὅτῳ ἐκπλήξει
τοὺς ἐντυγχάνοντας καὶ θαυμάζειν καὶ πρὸς αὐτὸν ἀποβλέπειν ποιήσει, οὗπερ ἐξ ἀρχῆς δριμύν τινα ἔρωτα ἐρῶν ἐτύγχανεν — τὸ τελευταῖον τοῦτο τόλμημα ἐβουλεύσατο περὶ τῆς πυρᾶς, καὶ διέδωκε λόγον ἐς τοὺς Ἕλληνας εὐθὺς ἀπ᾽ Ὀλυμπίων τῶν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.