Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
ἔνδοθεν δὲ ὁ νηὸς οὐκ ἁπλόος ἐστίν, ἀλλὰ ἐν
αὐτῷ θάλαμος ἄλλος πεποίηται. ἄνοδος καὶ ἐς τοῦτον ὀλίγη: θύρῃσι δὲ οὐκ ἤσκηται, ἀλλὰ
ἐς ἀντίον ἅπας ἀναπέπταται. ἐς μὲν ὦν τὸν μέγαν νηὸν πάντες ἐσέρχονται, ἐς δὲ τὸν θάλαμον
οἱ ἱρέες μοῦνον, οὐ μέντοι πάντες οἱ ἱρέες, ἀλλὰ
οἳ μάλιστα ἀγχίθεοί τὲ εἰσιν καὶ οἷσι πᾶσα ἐς
τὸ ἱρὸν μέλεται θεραπηίη. ἐν δὲ τῷδε εἵαται τὰ
ἕδεα, ἥ τε Ἥρη καὶ τὸν αὐτοὶ Δία ἐόντα ἑτέρῳ
οὐνόματι κληίζουσιν. ἄμφω δὲ χρύσεοί τέ εἰσιν
καὶ ἄμφω ἕζονται: ἀλλὰ τὴν μὲν Ἥρην λέοντες
φέρουσιν, ὁ δὲ ταύροισιν ἐφέζεται.
[p. 386] Καὶ δῆτα τὸ μὲν τοῦ Διὸς ἄγαλμα ἐς Δία πάντα ὁρῇ καὶ κεφαλὴν καὶ εἵματα καὶ ἕδρην,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.