previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] ἔρωτα ἐποίεεν, καί μιν ὧδε ἰήσατο. καλέσας τοῦ νεηνίσκου τὸν πατέρα κάρτα ὀρρωδέοντα, ‘ἥδε νοῦσος,’ ἔφη, ‘ἣν παῖς ὅδε ἀρρωστέει, οὐ νοῦσός ἐστιν, ἀλλὰ ἀδικίη: ὅδε γάρ τοι ἀλγέει μὲν οὐδέν, ἔρως δέ μιν καὶ φρενοβλαβείη ἔχει. ἐπιθυμέει δὲ τῶν οὐδαμὰ τεύξεται, φιλέων γυναῖκα ἐμήν, τὴν ἐγὼ οὔτι μετήσομαι.’ μὲν ὦν τοιάδε σοφίῃ ἐψεύδετο. δὲ αὐτίκα ἐλίσσετο, ‘πρός τε σοφίης καὶ ἰητρικῆς, μή μοι παῖδα ὀλέσῃς: οὐ γὰρ ἐθέλων ταύτῃ συμφορῇ ἔσχετο, ἀλλὰ οἱ νοῦσος ἀεκουσίη. τῷ σὺ μηδαμὰ ζηλοτυπέων πένθος ἐγεῖραι πάσῃ βασιληίῃ μηδὲ ἰητρὸς ἐὼν φόνον προξενέειν ^ ἰητρικῇ.’ μὲν ὧδε ἀγνὼς ἐὼν ἐδέετο. δέ μιν αὖτις ἀμείβετο, ‘ ἀνόσια σπεύδεις γάμον ἐμὸν ἀπαιρεόμενος ἠδὲ ἰητρὸν ἄνδρα βιώμενος. σὺ δὲ κῶς ἂν αὐτὸς ἔπρηξας, εἴ τοι σὴν γυναῖκα ἐπόθεεν, ἐμεῦ τάδε [p. 364] δεόμενος ;’ δὲ πρὸς τάδε ἔλεγεν ὡς οὐδ᾽ αὐτὸς ἄν κοτε γυναικὸς ἐφείσατο οὐδὲ παιδὶ σωτηρίης ἐφθόνεεν, εἰ καί τι μητρυιῆς ἐπεθύμεεν οὐ γὰρ ὁμοίην συμφορὴν ἔμμεναι γαμετὴν παῖδα ὀλέσαι. ὡς δὲ τάδε ἰητρὸς ἤκουσεν, ‘τί τοι,’ ἔφη, ‘ ἐμὲ λίσσεαι ; καὶ γάρ τοι σὴν γυναῖκα ποθέει: τὰ δὲ ἐγὼ ἔλεγον πάντα ἔην ψεύδεα.’ πείθεται μὲν τουτέοισι, καὶ τῷ μὲν παιδὶ λείπει καὶ γυναῖκα καὶ βασιληίην, αὐτὸς δὲ ἐς τὴν Βαβυλωνίην χώρην ἀπίκετο καὶ πόλιν ἐπὶ τῷ Εὐφρήτῃ ἐπώνυμον ἑωυτοῦ ἐποιήσατο, ἔνθα οἱ καὶ τελευτὴ ἐγένετο. ὧδε μὲν ἰητρὸς ἔρωτα ἔγνω τε καὶ ἰήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: