previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] τοσάδε μὲν ἀμφὶ τῶν οἰκιστέων τοῦ ἱροῦ μυθολογέουσιν. ἤδη δὲ ἐρέω καὶ τοῦ νηοῦ πέρι θέσιός τε ὅκως ἐγένετο καὶ ὅστις μιν ἐποιήσατο. λέγουσι τὸν νηὸν τὸν νῦν ἐόντα μὴ ἔμμεναι τὸν τὴν ἀρχὴν γεγενημένον,^ ἀλλ᾽ ἐκεῖνον μὲν κατενεχθῆναι χρόνῳ ὕστερον, τὸν δὲ νῦν ἐόντα Στρατονίκης ἔμμεναι ποίημα, γυναικὸς τοῦ Ἀσσυρίων βασιλέως. δοκέει δέ μοι Στρατονίκη ἐκείνη ἔμμεναι, τῆς πρόγονος ἠρήσατο, τὸν ἤλεγξεν τοῦ ἰητροῦ ἐπινοίη: ὡς γάρ μιν συμφορὴ κατέλαβεν, [p. 362] ἀμηχανέων τῷ κακῷ αἰσχρῷ δοκέοντι κατ᾽ ἡσυχίην ἐνόσεεν, ἔκειτο δὲ ἀλγέων οὐδέν, καὶ οἱ τε χροιὴ πάμπαν ἐτρέπετο καὶ τὸ σῶμα δι᾽ ἡμέρης ἐμαραίνετο. δὲ ἰητρὸς ὡς εἶδέ μιν ἐς οὐδὲν ἐμφανὲς ἀρρωστέοντα, ἔγνω τὴν νοῦσον ἔρωτα ἔμμεναι. ἔρωτος δὲ ἀφανέος πολλὰ σημήια, ὀφθαλμοί τε ἀσθενέες καὶ φωνὴ καὶ χροιὴ καὶ δάκρυα. μαθὼν δὲ ταῦτα ἐποίεε: χειρὶ μὲν τῇ δεξιῇ εἶχε τοῦ νεηνίσκου τὴν καρδίην, ἐκάλεε δὲ τοὺς ἀνὰ τὴν οἰκίην πάντας: δὲ τῶν μὲν ἄλλων ἐσιόντων πάντων ἐν ἠρεμίῃ μεγάλῃ ἦν, ὡς δὲ μητρυιὴ ἀπίκετο, τήν τε χροιὴν ἠλλάξατο καὶ ἱδρώειν ἄρξατο καὶ τρόμῳ εἴχετο καὶ καρδίη ἀνεπάλλετο. τὰ δὲ γιγνόμενα ἐμφανέα τῷ ἰητρῷ τὸν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: