previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] ἀλλὰ ἐκεῖνο ἀνιαρόν, Πολύστρατε, ὅτι μὴ ἐκείνης παρούσης ποιήσομαι τοὺς λόγους: μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν. νῦν δὲ ἀνάγκη ἀπ᾽ ἐντολῆς ἀπολογήσασθαι. ἀλλ᾽ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρ᾽ ἐκείνης πρὸς μὲ γεγένησαι, τολμήσω ἀναρρῖψαι τὸν κύβον,

Πολύστρατος
θάρρει, Λυκῖνε, τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι.

Λυκῖνος
. καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν. ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπολογίαν. καὶ παρ᾽ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε.

Πολύστρατος
μηδαμῶς, Λυκῖνε, ἀλλ᾽ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτ᾽ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν.

Λυκῖνος
οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ, Πολύστρατε, μὲν πάρεστι καὶ προείρηκε δηλαδὴ ἐκεῖνα ὁπόσα σὺ παρ᾽ αὐτῆς ἀπήγγειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι. καίτοιοὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν πέπονθαοὐκ [p. 316] οἶδ᾽ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μονονουχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν. ἄρξομαι δ᾽ ὅμως: οὐ γὰρ οἷόν τε ἀναδῦναι ἤδη παρούσης.

Πολύστρατος
καὶ νὴ Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ: φαιδρὰ γὰρ ὡς ὁρᾷς καὶ προσηνής. ὥστε θαρρῶν λέγε τὸν λόγον.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: