previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] τὸ ἱμάτιον . μέτει δὲ ἀπόρρητα καὶ ξένα ῥήματα, σπανιάκις ὑπὸ τῶν πάλαι εἰρημένα, καὶ ταῦτα συμφορήσας ἀποτόξευε προχειριζόμενος εἰς τοὺς προσομιλοῦντας. οὕτω γάρ σε λεὼς πολὺς ἀποβλέψονται καὶ θαυμαστὸν ὑπολήψονται καὶ τὴν παιδείαν ὑπὲρ αὐτούς, εἰἀποστλεγγίσασθαι τὸἀποξύσασθαι λέγοις, τὸ δ᾽ ἡλίῳ θέρεσθαιεἱληθερεῖσθαι,’ τὸν ἀρραβῶνα δὲπρονόμιον,’ τὸν ὄρθρον δὲἀκροκνεφές.’ ἐνίοτε δὲ καὶ αὐτὸς ποίει καινὰ καὶ ἀλλόκοτα ὀνόματα καὶ νομοθέτει τὸν μὲν ἑρμηνεῦσαι δεινὸνεὔλεξινκαλεῖν, τὸν συνετὸνσοφόνουν,’ τὸν ὀρχηστὴν δὲχειρίσοφον.’ ἂν σολοικίσῃς δὲ βαρβαρίσῃς, ἓν ἔστω φάρμακον ἀναισχυντία, καὶ πρόχειρον εὐθὺς ὄνομα οὔτε ὄντος τινὸς οὔτε γενομένου ποτέ, ποιητοῦ συγγραφέως, ὃς οὕτω λέγειν ἐδοκίμαζε σοφὸς ἀνήρ καὶ τὴν φωνὴν εἰς τὸ ἀκρότατον ἀπηκριβωμένος. ἀλλὰ καὶ ἀναγίγνωσκε τὰ παλαιὰ μὲν μὴ σύ γε, μηδὲ εἴ τι λῆρος Ἰσοκράτης χαρίτων ἄμοιρος Δημοσθένης ψυχρὸς Πλάτων, ἀλλὰ τοὺς τῶν ὀλίγον πρὸ ἡμῶν λόγους καὶ ἅς φασι [p. 158] ταύτας μελέτας, ὡς ἔχῃς ἀπ᾽ ἐκείνων ἐπισιτισάμενος ἐν καιρῷ καταχρῆσθαι καθάπερ ἐκ ταμιείου προαιρῶν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: