previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] καὶ διὰ τοῦτο ὑγιαίνειν τε ἀνάγκη καὶ ἐπὶ μήκιστον διαρκεῖν ἐν τοῖς καμάτοις: ὀψέ τε ἂν [p. 44] ἰδίειν τοιοῦτος ἄρξαιτο καὶ ὀλιγάκις ἂν ἀσθενῶν φανείη. ὥσπερ ἂν εἰ πῦρ τις φέρων ἅμα ἐμβάλοι εἰς πυρὸν αὐτὸν καὶ εἰς τὴν καλάμην αὐτοῦ καὶ εἰς τὴν ἄχνηναὖθις γὰρ ἐπὶ τὸν λικμῶντα ἐπάνειμιθᾶττον ἄν, οἶμαι, παρὰ πολὺ καλάμη ἀναφλεγείη, δὲ πυρὸς κατ᾽ ὀλίγον οὔτε φλογὸς μεγάλης ἀνισταμένης οὔτε ὑπὸ μιᾷ τῇ ὁρμῇ, ἀλλὰ κατὰ μικρὸν ὑποτυφόμενος χρόνῳ ὕστερον καὶ αὐτὸς ἂν κατακαυθείη. οὐ τοίνυν οὐδὲ νόσος οὐδὲ κάματος εἰς τοιοῦτο σῶμα ἐμπεσόντα ῥᾳδίως ἐλέγξειεν ἂν οὐδ᾽ ἐπικρατήσειεν εὐμαρῶς: ἔνδοθέν τε γὰρ εὖ παρεσκεύασται αὐτῷ καὶ τὰ ἔξω μάλα καρτερῶς πέφρακται πρὸς αὐτά, ὡς μὴ παριέναι εἰς τὸ εἴσω, μηδὲ παραδέχεσθαι μήτε ἥλιον αὐτὸν μήτε κρύος ἐπὶ λύμῃ τοῦ σώματος. πρός τε τὸ ἐνδιδὸν ἐν τοῖς πόνοις πολὺ τὸ θερμὸν τὸ ἔνδοθεν ἐπιρρέον, ἅτε ἐκ πολλοῦ προπαρεσκευασμένον καὶ εἰς τὴν ἀναγκαίαν χρείαν ἀποκείμενον, ἀναπληροῖ εὐθὺς ἐπάρδον τῇ ἀκμῇ καὶ ἀκαμάτους ἐπὶ πλεῖστον παρέχεται: τὸ γὰρ προπονῆσαι πολλὰ καὶ προκαμεῖν οὐκ ἀνάλωσιν τῆς ἰσχύος, ἀλλ᾽ ἐπίδοσιν ἐργάζεται, καὶ ἀναρριπιζομένη πλείων γίγνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: