previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] τοῦτ᾽ ἐκεῖνο ἦν ἄρα, ἐγὼ περὶ ὑμῶν ἤκουον τῶν Ἀθηναίων, ὡς εἴητε εἴρωνες ἐν τοῖς λόγοις. ἐπεὶ πόθεν ἂν ἐγὼ νομὰς καὶ πλάνης ἄνθρωπος, ἐφ᾽ ἁμάξης βεβιωκώς, ἄλλοτε ἄλλην γῆν ἀμείβων, πόλιν δὲ οὔτε οἰκήσας πώποτε οὔτε ἄλλοτε νῦν ἑωρακώς, περὶ πολιτείας διεξίοιμι καὶ διδάσκοιμι αὐτόχθονας ἄνδρας πόλιν ταύτην ἀρχαιοτάτην τοσούτοις ἤδη χρόνοις ἐν εὐνομίᾳ κατῳκηκότας, καὶ μάλιστα σέ,^ Σόλων, τοῦτο ἐξ ἀρχῆς καὶ μάθημα, ὡς φασίν, ἐγένετο, [p. 26] ἐπίστασθαι ὅπως ἂν ἄριστα πόλις οἰκοῖτο καὶ οἷστισιν νόμοις χρωμένη εὐδαιμονήσειε ; πλὴν ἀλλὰ καὶ τοῦτο ὡς νομοθέτῃ πειστέον σοι, καὶ ἀντερῶ ἢν τί μοι δοκῇ μὴ ὀρθῶς λέγεσθαι, ὡς βεβαιότερον μάθοιμι. καὶ ἰδοὺ γὰρ ἤδη ἐκφυγόντες τὸν ἥλιον ἐν τῷ συνηρεφεῖ ἐσμεν, καὶ καθέδρα μάλα ἡδεῖα καὶ εὔκαιρος ἐπὶ ψυχροῦ τοῦ λίθου. λέγε οὖν τὸν λόγον ἐξ ἀρχῆς καθ᾽ τι τοὺς νέους παραλαβόντες ἐκ παίδων εὐθὺς διαπονεῖτε, καὶ ὅπως ὑμῖν ἄριστοι ἄνδρες ἀποβαίνουσιν ἐκ τοῦ πηλοῦ καὶ τῶν ἀσκημάτων τούτων, καί τί κόνις καὶ τὰ κυβιστήματα συντελεῖ πρὸς ἀρετὴν αὐτοῖς. τοῦτο γὰρ δὴ μάλιστα ἐξ ἀρχῆς εὐθὺς ἐπόθουν ἀκοῦσαι: τὰ δ᾽ ἄλλα εἰς ὕστερον διδάξῃ με κατὰ καιρὸν ἕκαστον ἐν τῷ μέρει. ἐκείνου μέντοι, Σόλων, μέμνησό μοι παρὰ τὴν ῥῆσιν, ὅτι πρὸς ἄνδρα βάρβαρον ἐρεῖς. λέγω δὲ ὡς μὴ περιπλέκῃς μηδὲ ἀπομηκύνῃς τοὺς λόγους: δέδια γὰρ μὴ ἐπιλανθάνωμαι τῶν πρώτων, εἰ τὰ μετὰ ταῦτα πολλὰ ἐπιρρέοι

Σόλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: