previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30] εἶτα ἀπελθὼν τοῦ δείπνου μικρόν τι κατέδαρθες: ὑπὸ δὲ ᾠδὴν ἀλεκτρυόνων ἀνεγρόμενος, ‘ δείλαιος ἐγώ,’ φής, ‘ καὶ ἄθλιος, οἵας τὰς πάλαι διατριβὰς ἀπολιπὼν καὶ ἑταίρους καὶ βίον ἀπράγμονα καὶ ὕπνον μετρούμενον τῇ ἐπιθυμίᾳ καὶ περιπάτους ἐλευθερίους εἰς οἷον βάραθρον φέρων ἐμαυτὸν ἐνσέσεικα. τίνος ἕνεκα, θεοί, τίς λαμπρὸς οὗτος μισθός ἐστιν; οὐ γὰρ καὶ ἄλλως μοι πλείω τούτων ἐκπορίζειν δυνατὸν ἦν καὶ προσῆν τὸ ἐλεύθερον καὶ τὸ πάντα ἐπ᾽ ἐξουσίας; νῦν δὲ τὸ τοῦ λόγου, λέων κρόκῃ δεθείς, ἄνω καὶ κάτω περισύρομαι, τὸ πάντων οἴκτιστον, οὐκ εὐδοκιμεῖν εἰδὼς οὐδὲ κεχαρισμένος εἶναι δυνάμενος. ἰδιώτης γὰρ ἔγωγε τῶν τοιούτων καὶ ἄτεχνος, καὶ μάλιστα παραβαλλόμενος ἀνδράσι τέχνην τὸ πρᾶγμα πεποιημένοις, ὥστε ^ καὶ ἀχάριστός εἰμι καὶ ἥκιστα συμποτικός, οὐδ᾽ ὅσον γέλωτα ποιῆσαι δυνάμενος. συνίημι δὲ ὡς καὶ ἐνοχλῶ πολλάκις βλεπόμενος, καὶ μάλισθ᾽ ὅταν [p. 464] ἡδίων αὐτὸς αὑτοῦ εἶναι θέλῃ: σκυθρωπὸς γὰρ αὐτῷ δοκῶ. καὶ ὅλως οὐκ ἔχω ὅπως ἁρμόσωμαι πρὸς αὐτόν. ἢν μὲν γὰρ ἐπὶ τοῦ σεμνοῦ φυλάττω ἐμαυτόν, ἀηδὴς ἔδοξα καὶ μονονουχὶ φευκτέος: ἢν δὲ μειδιάσω καὶ ῥυθμίσω τὸ πρόσωπον εἰς τὸ ἥδιστον, κατεφρόνησεν εὐθὺς καὶ διέπτυσεν, καὶ τὸ πρᾶγμα ὅμοιον δοκεῖ ὥσπερ ἂν εἴ τις κωμῳδίαν ὑποκρίναιτο τραγικὸν προσωπεῖον περικείμενος. τὸ δ᾽ ὅλον, τίνα ἄλλον μάταιος ἐμαυτῷ βιώσομαι βίον τὸν παρόντα τοῦτον ἄλλῳ βεβιωκώς;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: