previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] διατίθεται σχολήν. σὺ δ᾽ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντατοιαύτη γάρ, ὡς οἶσθα, πόλιςπεριελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπ᾽ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος. ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθ᾽ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλ᾽ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων τὸ σκληρὸν τῆς μαλάχης φύλλον τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.^ Οὐ μὴν οὐδὲ ἄλλη ὕβρις ἄπεστιν, ἀλλ᾽ οὔτε ᾠὸν ἔχεις μόνοςοὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι: ἀγνωμοσύνη γὰρ δὴ ^ τοῦτό γεοὔτε ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία. πολλάκις δ᾽ εἰ ἐπιλίποι ἄλλου τινὸς αἰφνιδίως [p. 458] ἐπιπαρόντος, ἀράμενος διάκονος τὰ σοὶ παρακείμενα φέρων ἐκείνῳ παρατέθεικεν ὑποτονθορύσας, ‘ σὺ γὰρ ἡμέτερος εἶ.’ τεμνομένου μὲν γὰρ ἐν. τῷ μέσῳ συὸς ὑπογαστρίου ἐλάφου, χ;χρὴ ἐκ παντὸς τὸν διανέμοντα ἵλεων ἔχειν τὴν Προμηθέως μερίδα φέρεσθαι, ὀστᾶ κεκαλυμμένα τῇ πιμελῇ. τὸ γὰρ τῷ μὲν ὑπὲρ σὲ τὴν λοπάδα παρεστάναι ἔστ᾽ ἂν ἀπαγορεύσῃ^ ἐμφορούμενος, σὲ δὲ οὕτω ταχέως παραδραμεῖν, τίνι φορητὸν ἐλευθέρῳ ἀνδρὶ κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι; καίτοι οὐδέπω ἐκεῖνο ἔφην ὅτι τῶν ἄλλων ἥδιστόν τε καὶ παλαιότατον οἶνον πινόντων μόνος σὺ πονηρόν τινα καὶ παχὺν πίνεις, θεραπεύων ἀεὶ ἐν ἀργύρῳ χρυσῷ πίνειν, ὡς μὴ ἐλεγχθείης ἀπὸ τοῦ χρώματος οὕτως ἄτιμος ὢν συμπότης. καὶ εἴθε γε κἂν ἐκείνου εἰς κόρον ἦν πιεῖν, νῦν δὲ πολλάκις αἰτήσαντος παῖςοὐδ᾽ ἀΐοντι ἔοικεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: