previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] γεγηθότα καὶ εὔελπιν καθιστάμενον. εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν. εἶτ᾽ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἲ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή. μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας παρεληλυθὼς βίος, κἂν μέν τις πολίτης ὑπὸ φθόνου γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν παιδεραστήν, τοῦτ᾽ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι: μόνως γὰρ ἂν οὕτως κρατήσειας. εἶεν καὶ δὴ εὐτύχηταί σοι πάντα εὐχῆς μειζόνως: αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ [p. 434] τῶν φίλων οἱ ἐντιμότατοι καὶ οἷς μάλιστα πιστεύει τὰ τοιαῦτα οὐκ ἀπέτρεψαν ἔτι δὲ καὶ γυνὴ βούλεται, οὐκ ἀντιλέγει δὲ οὔτε ἐπίτροπος οὔτε οἰκονόμος: οὐδέ τις ἐμέμψατό σου τὸν βίον, ἀλλὰ πάντα ἵλεω καὶ πανταχόθεν αἴσια τὰ ἱερά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: