previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] πλησίον, ὥστε προσείπωμεν αὐτόν. χαῖρε, βουκόλε.

Πάρις
νὴ καὶ σύ γε, νεανίσκε. τίς δ᾽ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; τίνας ταύτας ἄγεις τὰς γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί. [p. 394]

Ἑρμῆς
ἀλλ᾽ οὐ γυναῖκὲς εἰσιν,Ἥραν δέ, Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς: κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν Ζεὺςἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς; μὴ δέδιθι: χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶνἐπεὶ γάρ,’ φησί, ‘καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω.’ τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον.

Πάρις
φέρ᾽ ἴδω τί καὶ βούλεται. ‘ καλή,’ φησίν, ‘λαβέτω.’ πῶς ἂν οὖν, δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος κατὰ βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ^ καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: