This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
μὴ 'πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει: πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάξειν ἅμα καὶ τοὺς γάμους καὶ
τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα,
τὸ κάλλος, τὸν γάμον — τουτουὶ τοῦ μήλου
πρίασθαι.
'.
Πάρις
δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν. [p. 408] Ἀφροδίτη
βούλει οὖν ἐπομόσομαι; Πάρις
μηδαμῶς, ἀλλ᾽ ὑπόσχου πάλιν. Ἀφροδίτη
ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρ᾽ ὑμᾶς εἰς τὴν Ἴλιον: καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα. Πάρις
καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας ἄξεις; Ἀφροδίτη
θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι. Πάρις
οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον ἐπὶ τούτοις λάμβανε.

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.