previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] πρὸς τὸ ψεῦδος. γοῦν Δεινόμαχος, ‘εἰπέ μοι,’ ἔφη, ‘ Εὔκρατες, οἱ κύνες δὲ τῆς θεοῦ πηλίκοι τὸ μέγεθος ἦσαν;’ ‘ἐλεφάντων,’ δ᾽ ὅς, ‘ ὑψηλότεροι τῶν Ἰνδικῶν, μέλανες καὶ αὐτοὶ καὶ λάσιοι πιναρᾷ καὶ αὐχμώσῃ τῇ λάχνῃ. — ἐγὼ μὲν οὖν ἰδὼν ἔστην ἀναστρέψας ἅμα τὴν σφραγῖδα ἥν μοι Ἄραψ . ἔδωκεν εἰς τὸ εἴσω τοῦ δακτύλου: Ἑκάτη δὲ [p. 356] πατάξασα τῷ δρακοντείῳ ποδὶ τοὔδαφος ἐποίησεν χάσμα παμμέγεθες, ἡλίκον Ταρτάρειον τὸ βάθος: εἶτα ᾤχετο μετ᾽ ὀλίγον ἁλλομένη εἰς αὐτό. ἐγὼ δὲ θαρρήσας ἐπέκυψα λαβόμενος δένδρου τινὸς πλησίον πεφυκότος, ὡς μὴ σκοτοδινιάσας ἐμπέσοιμι ἐπὶ κεφαλὴν εἶτα ἑώρων τὰ ἐν Ἃιδου ἅπαντα, τὸν Πυριφλεγέθοντα, τὴν λίμνην, τὸν Κέρβερον, τοὺς νεκρούς, ὥστε γνωρίζειν ἐνίους αὐτῶν τὸν γοῦν πατέρα εἶδον ἀκριβῶς αὐτὰ ἐκεῖνα ἔτι ἀμπεχόμενον ἐν οἷς αὐτὸν κατεθάψαμεν.’ ‘τί δὲ ἔπραττον,’ Ἴων ἔφη, ‘ Εὔκρατες, αἱ ψυχαί;’ ‘τί δ᾽ ἄλλο,’ δ᾽ ὅς, ‘ κατὰ φῦλα καὶ φρήτρας μετὰ τῶν φίλων καὶ συγγενῶν διατρίβουσιν ἐπὶ τοῦ ἀσφοδέλου κατακείμενοι.’ ‘ἀντιλεγέτωσαν νῦν ^ ἔτι,’ δ᾽ ὃς Ἴωνοἱ ἀμφὶ τὸν Ἐπίκουρον τῷ ἱερῷ Πλάτωνι καὶ τῷ περὶ τῶν ψυχῶν λόγῳ. σὺ δὲ μὴ καὶ τὸν Σωκράτην αὐτὸν καὶ τὸν Πλάτωνα εἶδες ἐν τοῖς νεκροῖς;’ ‘ τὸν Σωκράτην ἔγωγε,’ δ᾽ ὅς, ‘οὐδὲ τοῦτον σαφῶς, ἀλλὰ εἰκάζων ὅτι φαλακρὸς καὶ προγάστωρ ἦν: τὸν Πλάτωνα δὲ οὐκ ἐγνώρισα: χρὴ γάρ, οἶμαι, πρὸς φίλους ἄνδρας τἀληθῆ λέγειν. ‘ἅμα δ᾽ οὖν ἐγώ τε ἅπαντα ἱκανῶς ἑωράκειν, καὶ τὸ χάσμα συνῄει καὶ συνέμυε: καί τινες τῶν οἰκετῶν ἀναζητοῦντές με, καὶ Πυρρίας οὗτος ἐν αὐτοῖς, ἐπέστησαν οὔπω τέλεον μεμυκότος τοῦ χάσματος. εἰπέ, Πυρρία, εἰ ἀληθῆ λέγω.’ ‘νὴ Δί᾽,’ ἔφη Πυρρίας, ‘ καὶ ὑλακῆς δὲ ἤκουσα διὰ τοῦ χάσματος καὶ πῦρ τι ὑπέλαμπεν, ἀπὸ τῆς [p. 358] δᾳδός μοι δοκεῖν.’ κἀγὼ ἐγέλασα ἐπιμετρήσαντος τοῦ μάρτυρος τὴν ὑλακὴν καὶ τὸ πῦρ. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: