previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] παρ᾽ αὑτῷ ἐπ᾽ ἐξουσίας;’ ‘ τὸ γοῦν περὶ τοῦ ἀνδριάντος,’ δ᾽ ὃς Εὐκράτης, ‘ἅπασι τοῖς ἐπὶ τῆς οἰκίας ὅσαι νύκτες φαινόμενον καὶ παισὶ καὶ νεανίαις καὶ γέρουσι, τοῦτο οὐ παρ᾽ ἐμοῦ μόνον ἀκούσειας ἂν ἀλλὰ καὶ παρὰ τῶν ἡμετέρων ἁπάντων.’ ‘ ποίου,’ ἦν δ᾽ ἐγώ, ‘ ἀνδριάντος;’ ‘οὐχ ἑώρακας,’ ἔφη, ‘εἰσιὼν ἐν τῇ αὐλῇ ἀνεστηκότα πάγκαλον ἀνδριάντα, Δημητρίου ἔργον τοῦ ἀνθρωποποιοῦ;’ ‘ μῶν τὸν δισκεύοντα,’ ἦν δ᾽ ἐγώ, ‘φής, τὸν ἐπικεκυφότα κατὰ τὸ σχῆμα τῆς ἀφέσεως, ἀπεστραμμένον εἰς τὴν δισκοφόρον, ἠρέμα ὀκλάζοντα τῷ ἑτέρῳ, ἐοικότα συναναστησομένῳ μετὰ τῆς βολῆς;’ ‘οὐκ ἐκεῖνον,’ δ᾽ ὅς, ‘ ἐπεὶ τῶν Μύρωνος ἔργων ἓν καὶ τοῦτό ἐστιν, δισκοβόλος ὃν λέγεις: οὐδὲ τὸν παρ᾽ αὐτόν φημι, τὸν διαδούμενον τὴν κεφαλὴν τῇ ταινίᾳ, τὸν καλόν, Πολυκλείτου γὰρ τοῦτο ἔργον. ἀλλὰ τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων ἄφες, ἐν οἷς καὶ τὰ Κριτίου καὶ Νησιώτου πλάσματα ἕστηκεν, οἱ τυραννοκτόνοι: σὺ δὲ εἴ τινα παρὰ τὸ ὕδωρ τὸ ἐπιρρέον εἶδες προγάστορα, φαλαντίαν, ἡμίγυμνον τὴν ἀναβολήν, ἠνεμωμένον τοῦ πώγωνος τὰς τρίχας ἐνίας, ἐπίσημον τὰς φλέβας, αὐτοανθρώπῳ ὅμοιον, [p. 348] ἐκεῖνον λέγω: Πέλλιχος Κορίνθιος στρατηγὸς εἶναι δοκεῖ.’ ‘ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: