previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] ἐδυνήθη καὶ στηλίτης ἐκεῖνος λίθος. δὲ καὶ ἄλλα ἐποίησε θεσπέσια ὡς ἀληθῶς: εἰς γὰρ τὸν ἀγρὸν ἐλθὼν ἕωθεν, ἐπειπὼν ἱερατικά τινα ἐκ βίβλου παλαιᾶς ὀνόματα ἑπτὰ καὶ θείῳ καὶ δᾳδὶ καθαγνίσας τὸν τόπον περιελθὼν ἐς τρίς, [p. 338] ἐξεκάλεσεν ^ ὅσα ἦν ἑρπετὰ ἐντὸς τῶν ὅρων. ἧκον οὖν ὥσπερ ἑλκόμενοι πρὸς τὴν ἐπῳδὴν ὄφεις πολλοὶ καὶ ἀσπίδες καὶ ἔχιδναι καὶ κεράσται καὶ ἀκοντίαι φρῦνί τε καὶ φύσαλοι, ἐλείπετο δ᾽ εἷς δράκων παλαιός ὑπὸ γήρως, οἶμαι, ἐξεμπύσαι μὴ δυνάμενος παρακούσας τοῦ προστάγματος: δὲ μάγος οὐκ ἔφη παμρῖναι ἅπαντας, ἀλλ᾽ ἕνα τινὰ τῶν ὀφέων τὸν νεώτατον χειροτονήσας πρεσβευτὴν ἔπεμψεν ἐπὶ τὸν δράκοντα, καὶ μετὰ μικρὸν ἧκε κἀκεῖνος. ἐπεὶ δὲ συνηλίσθησαν,^ ἐνεφύσησε μὲν αὐτοῖς Βαβυλώνιος, τὰ δ᾽ αὐτίκα μάλα κατεκαύθη ἅπαντα ὑπὸ τῷ φυσήματι, ἡμεῖς δὲ ἐθαυμάζομεν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: