next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί ποτε ἀρα, Σίμων, οἱ μὲν ἄλλοι ἀνθρωττοι καὶ βχβνθβροι καὶ δοῦλοι τέχνην ἔκαστός τινα βττίστανται δι᾽ ἧς αὑτοῖς τὲ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις δι᾽ οὗ ἄν τι αὐτὸς ἀπόναιο ἄλλῳ μεταδοίης;

Σίμων
πῶς τοῦτο ἐρωτᾷς, Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.

Τυχιάδης
ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; :

Σίμων
μὰ Δία.

Τυχιάδης
λ ^ ι ^ Τί δέ, ἰατρικήν; οὐδὲ ταύτην.

Τυχιάδης
ἀλλὰ γεωμετρίαν;

Σίμων
οὐδαμῶς. [p. 238]

Τυχιάδης
τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ κακία.

Σίμων
ἐγὼ Ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει ^ τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι: φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων σὺ δοκεῖς.

Τυχιάδης
ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.

Σίμων
ὀρθῶς λέγεις, Τυχιάδη: ἀλλ᾽ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.

Τυχιάδης
τίνος οὖν ἑτέρας;

Σίμων
τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας: ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ,^ οὐκ ἔχω εἰπεῖν.

Τυχιάδης
τίνα ταύτην;

Σίμων
οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα [p. 240] ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν ἥντινα δέ, αὖθις ἀκούσῃ.

Τυχιάδης
ἀλλ᾽ οὐκ ἀνέξομαι.

Σίμων
τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.

Τυχιάδης
καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.

Σίμων
εἰσαῦθις, Τυχιάδη.

Τυχιάδης
μηδαμῶς, ἀλλ᾽ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ.

Σίμων
παρασιτική.

Τυχιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: