Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἡδέως δ᾽ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν; τὰ Πλάτωνος; τὰ Ἀντισθένους; τὰ Ἀρχιλόχου; ^ τὰ
Ἱππώνακτος; ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες
δὲ μάλιστά σοι διὰ χειρός;. εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις; ἢ
ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν
ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας; ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον; εἶτ᾽ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδ᾽
ἠρυθρίασας γνωρίσας αὐτά; τοῦτο γοῦν καὶ μάλιστα
θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἅπτῃ
[p. 208] τῶν βιβλίων, ὁποίαις αὐτὰ χερσὶν ἀνελίττεις. πότε δὲ ἀναγιγνώσκεις; μεθ᾽ ἡμέραν; ἀλλ᾽ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα. ἀλλὰ νύκτωρ; πότερον ἐπιτεταγμένος ἤδη ἐκείνοις ἢ πρὸ τῶν λόγων; ἀλλὰ πρὸς Κότυος ^ μηκέτι μὴ τολμήσῃς τοιοῦτο
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.