Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
τὸ δ᾽ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρ᾽ αὑτοῦ καὶ τοῦ καθ᾽ ἡμέραν βίου λαμβάνειν. σὺ δ᾽ οἴει συνήγορον κοινὸν καὶ
μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον
τοὺς βιβλιογράφους; οὔκ, ἀλλ᾽ ὠμούς τινας
ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας: δέον ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς
ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.