Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
λέγεται δὲ καὶ Διονύσιον τραγῳδίαν ποιεῖν φαύλως πάνυ καὶ γελοίως, ὥστε τὸν Φιλόξενον πολλάκις δι᾽ αὐτὴν εἰς τὰς λατομίας ἐμπεσεῖν οὐ δυνάμενον κατέχειν τὸν γέλωτα. οὗτος τοίνυν πυθόμενος ὡς ἐγγελᾶται, τὸ Αἰσχύλου πυξίον εἰς
ὃ ἐκεῖνος ἔγραφε σὺν πολλῇ σπουδῇ κτησάμενος καὶ αὐτὸς ᾤετο ἔνθεος ἔσεσθαι καὶ κάτοχος ἐκ τοῦ πυξίου: ἀλλ᾽ ὅμως ἐν αὐτῷ ἐκείνῳ μακρῷ
γελοιότερα ἔγραφεν, οἷον κἀκεῖνο τό
‘Δωρὶς τέθνηκεν ^ ἡ Διονυσίου γυνή.’
[p. 194] καὶ πάλιν ‘οἴμοι, γυναῖκα χρησίμην ἀπώλεσα.’
καὶ τοῦτο γὰρ ἐκ τοῦ πυξίου, καὶ τό: ‘αὑτοῖς γὰρ ἐμπαίζουσιν οἱ μωροὶ βροτῶν.’ Τοῦτο μέν γε πρὸς σὲ μάλιστα εὐστόχως ἂν
εἰρημένον εἴη τῷ Διονυσίῳ, καὶ δι᾽ αὐτὸ χρυσῶσαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.