previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51] πετρῶν. ἀλλ᾽ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. που σαγήνης ἐπ᾽ αὐτοὺς δεήσει;

Φιλοσοφία
ἀλλ᾽ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος .

Ἔλεγχος
κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον.

Παρρησιάδης
καθῆκα. καὶ σὺ δέ, Πόσειδον, ταχεῖαν ἐπιτέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει: περιεπάρη τις μάλα καρτερός. φέρ᾽ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; [p. 78] καίτοι γελοῖός εἰμι ἀναγκάζων ἰχθὺν λαλεῖν ἄφωνοι γὰρ οὗτοί γε. ἀλλὰ σύ, Ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον αὐτοῦ.

Ἔλεγχος
Χρύσιππον τουτονί.

Παρρησιάδης
μανθάνω: διότι χρυσίον προσῆν, οἶμαι, τῷ ὀνόματι. σὺ δ᾽ οὖν, Χρύσιππε, πρὸς τῆς Ἀθηνᾶς εἰπέ, οἶσθα τοὺς ἄνδρας τοιαῦτα παραινεῖς αὐτοῖς ποιεῖν;

Χρύσιππος
νὴ Δί᾽, ὑβριστικὰ ἐρωτᾷς, Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας.

Παρρησιάδης
εὖ γε, Χρύσιππε, γενναῖος εἶ. οὗτος δὲ καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκανθώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν λαιμὸν ἐσθίων.

Φιλοσοφία

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: