Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
οὐδὲν τόδε χαλεπόν. ἄκουε, σίγα. ὅσοι φιλόσοφοι εἶναι λέγουσιν καὶ ὅσοι προσήκειν αὐτοῖς
οἴονται τοῦ ὀνόματος, ἥκειν εἰς ἀκρόπολιν ἐπὶ τὴν διανομήν. δύο μναῖ ἑκάστῳ δοθήσονται καὶ σησαμαῖος πλακοῦς: ὃς δ᾽ ἂν πώγωνα βαθὺν ἐπιδείξηται, καὶ παλάθην ἰσχάδων οὗτός γε
προσεπιλήψεται. κομίζειν δ᾽ ἕκαστον σωφροσύνην
μὲν ἢ δικαιοσύνην ἢ ἐγκράτειαν μηδαμῶς: οὐκ
ἀναγκαῖα γὰρ ταῦτά γε, ἢν μὴ παρῇ: πέντε δὲ συλλογισμοὺς ἐξ ἅπαντος: οὐ γὰρ θέμις ἄνευ
τούτων εἶναι σοφόν.
κεῖται δ᾽ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα,
τῷ δόμεν, ὃς μετὰ πᾶσιν ἐριζέμεν ἔξοχος εἴη.
[p. 62]
Φιλοσοφία
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.