Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν, ἐνταῦθά που ἐν τῷ προνάῳ τῆς Πολιάδος δικάσωμεν. ἡ
Ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ
προσκυνήσωμεν τὴν θεόν.
[p. 34]
Παρρησιάδης
ὦ Πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν: καὶ ἃ πράττουσι δὲ μόνη ὁρᾷς ἅτε δὴ ἐπὶ σκοπῆς οἰκοῦσα νῦν καιρὸς ἀμύνασθαι αὐτούς. ἐμὲ δὲ ἤν που κρατούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι, σὺ προσθεῖσα τὴν σεαυτῆς σῶζέ με. Φιλοσοφία

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.